Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.216 Dem. 23.219 (English) >>Dem. 24.1

23.218τὸ ἀνδρολήψιον, παρʼ οἷς ἂν δράσας , ἂν μὴ διδῶσι δίκας, κελεύουσιν οἱ νόμοι μέχρι τριῶν εἶναι· δέ, ἂν ἀφέληταί τις τὸν ἄγοντα μὴ βουλόμενος πρὸ δίκης ἐκδοῦναι, εὐθὺς ἔκσπονδον ποιεῖ. οὐκ ἐᾷ νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τιθῇ τις, εἰσφέρειν· δʼ ἐπʼ ἀνδρὶ γράφει ψήφισμʼ ἴδιον. οὐκ ἐᾷ ψήφισμʼ νόμος κυριώτερον εἶναι νόμου· δʼ ὑπαρχόντων τοσούτων νόμων ψήφισμα ποιεῖ κύριον τοὺς νόμους ἀναιρῶν. 23.219ταῦτα φυλάττετε καὶ μεμνημένοι κάθησθε. καὶ τὰς μὲν παραγωγάς, ἃς οὗτοι ποιήσονται, χαίρειν ἐᾶτε καὶ μὴ ἐπιτρέπετε λέγειν αὐτοῖς, κελεύετε δὲ δεῖξαι ποῦ γέγραφεν κρίσιν, ποῦ γέγραφεν, ἄν τις ἁλῷ φόνου, κατὰ τούτου τὰς τιμωρίας. εἰ γὰρ τὸν ἄλλοθί που κριθέντα καὶ ἑαλωκότα ὅτι δεῖ κολάζειν ἔγραψεν, αὐτὸς ἔγραψεν κρίσιν εἰ πεποίηκεν οὒ καὶ εἰ δικαίως ἀδίκως, οὐκ ἂν ἠδίκει. 23.220εἰ δὲ τὸ τῆς αἰτίας ὄνομʼ αὐτὸ γράψαςἄν τις ἀποκτείνῃ,” καὶ ὑπερβὰς τὸκαὶ ἁλῷ φόνου,” καὶ τὸδόξῃ ἀπεκτονέναι,” καὶ τὸδίκας ὑπεχέτω τοῦ φόνου,” καὶ τὸτὰς τιμωρίας εἶναι κατʼ αὐτοῦ τὰς αὐτὰς ἅσπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ,” καὶ πάνθʼ ὅσʼ ἐστὶ δίκαιʼ ὑπερβὰς ἀγώγιμον εἶναι γέγραφεν, μὴ φενακίζεσθε, ἀλλʼ εὖ ἴσθʼ ὅτι πάντων παρανομώτατʼ εἴρηκεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.216 Dem. 23.219 (English) >>Dem. 24.1

Powered by PhiloLogic